FGrH 356 F 1
BNJAthen. 9, 78 p. 409 F — 410 B |
---|
: ἐκάλουν δ᾽ ἀπόνιπτρον τὸ ἀπό-1νιμμα τῶν χειρῶν καὶ τῶν ποδῶν· ᾽Αριστοφάνης (Ach. 616) … ἴσως δὲ καὶ τὴν λεκάνην οὔτως ἔλεγον, ἐν ὧι τρόπωι καὶ χειρόνιπτρον. ἰδίως δὲ καλεῖταιπαρ᾽ ᾽Αθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροῖς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων, ὡς καὶ Κλείδημος ἐν τῶι ἐπιγραφομένωι ᾽Εξη γητικῶι (323 F 14) … παρέθετο ταῦτα καὶ Δωρόθεος, φάσκων καὶ ἐν τοῖς τῶν εὐπατριδῶν πατρίοις τάδε γεγράφθαι περὶ τῆς τῶν 2 ἱκετῶν καθάρσεως· «ἔπειτα ἀπονιψάμενος αὐτὸς καὶ… |