FGrH 606 F 1
BNJPausan. 1, 2, 1 |
---|
: ἐσελθόντων δὲ ἐς τὴν πόλιν ἐστὶν ᾽Αντιόπης μνῆμα ᾽Αμαζόνος. ταύτην τὴν ᾽Αντιόπην Πίνδαρος (F 175) μέν φησιν ὑπὸ Πειρίθου καὶ Θησέως ἁρπασθῆναι, Τροιζηνίωι δὲ ῾Ηγίαι τοιάδε ἐς αὐτὴν πεποίηται· ῾Ηρακλέα Θεμίσκυραν πολιορκοῦντα τὴν ἐπὶ Θερμώδοντι ἑλεῖν μὴ δύνασθαι, Θησέως δὲ ἐρασθεῖσαν ᾽Αντιόπην — στρατεῦσαι γὰρ1ἅμα ῾Ηρακλεῖ καὶ Θησέα — παραδοῦναι [τε] τὸ χωρίον. τάδε μὲν ῾Ηγίας πεποίηκεν, ᾽Αθηναῖοι2δέ φασιν, ἐπεί τε ἦλθον ᾽Αμαζόνες, ᾽Αντιόπην μὲν ὑπὸ Μολπαδίας τοξευθῆναι, Μολπαδίαν δὲ ἀποθ… |