FGrH 837 T 1
BNJSuda s.v. Παλλάδιος Παλλαδίου Μεθωναῖος |
---|
· σοφιστής. γέγονε δὲ ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως. Περὶ τῶν παρὰ ῾Ρωμαίοις ἑορτῶν· Δια λέξεις· Λόγους διαφόρους· ᾽Ολυμπιακόν· Πανηγυρικόν· Δικανικόν. |
FGrH 837 T 2
BNJPhot. Bibl. 132/5 p. 97 a 23 |
---|
: ἀνεγνώσθησαν Παλλαδίου σοφιστοῦ Μελέται διάφοροι καὶ ᾽Αφθονίου καὶ Εὐσεβίου σοφιστοῦ καὶ Μαξίμου σοφιστοῦ ᾽Αλεξανδρέως. ἀλλὰ τῶν ἄλλων ὁ Παλλάδιος κατὰ πᾶσαν ἀρετὴν τὴν ἐν λόγοις ἐπὶ πλεῖστον διενήνοχεν. |