FGrH 836 F 1
BNJPlutarch. Aet. Rom. 79 p. 282 F |
---|
: διὰ τί τοῦ θριαμβεύσαντος, εἶτ᾽ ἀποθανόντος καὶ καέντος, ἐξῆν ὀστέον λαβόντας εἰς τὴν πόλιν εἰσφέρειν καὶ κατατίθεσθαι, ὡς Πύρρων ὁ Λιπαραῖος ἱστόρηκεν; ἦ τιμῆς ἕνεκα τοῦ τεθνη-κότος; καὶ γὰρ ἄλλοις ἀριστεῦσι καὶ στρατηγοῖς ἔδωκαν οὐκ αὐτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἀπ᾽ αὐτῶν ἐνθάπτεσθαι τῆι ἀγορᾶι, καθάπερ Οὐαλερίωι καὶ Φαβρικίωι· καί φασι τούτων1ἀπογόνοις ἀποθανοῦσι καὶ κομισθεῖσιν εἰς ἀγορὰν ὑφίεσθαι δᾶιδα καιομένην, εἶτ᾽ εὐθὺς αἴρεσθαι, χρωμένων ἀνεπιφθόνως… |