FGrH 767 F 1
BNJAnon. De Mul. 9 p. 216 West. |
---|
: Λύδη. ταύτην φησὶν Ξενόφιλος ὁ τὰς Λυδικὰς ἱστορίας γράψας γυναῖκά τε καὶ ἀδελφὴν εἶναι ᾽Αλυάτεω τοῦ Κροίσου προπάτορος. ταύτης υἱὸς ᾽Αλυάτης διαδεξάμενος1τὴν τοῦ πατρὸς βασιλείαν ἐγένετο δεινῶς ὑβριστής, ὡς καὶ τὰ ἱμάτια ἀξιολόγων ἀνδρῶν περισχίσαι, καὶ προσπτύειν πολλοῖς· αὐτὴ δὲ τὸν υἱὸν ὅσον ἐδύνατο κατέστελλεν, τοὺς δὲ ὑβριζομένους καὶ λόγοις χρηστοῖς καὶ ἔργοις ἠμείβετο. πᾶσαν δὲ τῶι υἱῶι φιλοφροσύνην προσφέρουσα εἰς στοργὴν ἑ… |